Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον,
  2. ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι,
  3. τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος,
  4. χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ
  5. ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι.
  6. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
  7. Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε,
  8. ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε,
  9. οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο
  10. πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
  11. νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι