Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
  2. κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
  3. τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
  4. ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
  5. δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
  6. Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
  7. ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
  8. ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
  9. κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
  10. δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
  11. δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
  12. ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
  13. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
  14. ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
  15. βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
  16. εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
  17. αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
  18. ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
  19. πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
  20. αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
  21. ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
  22. ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
  23. ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
  24. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
  25. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  26. ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
  27. οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
  28. τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
  29. οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
  30. οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·
  31. τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον.
  32. ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον,
  33. αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν.
  34. τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  35. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  36. πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες
  37. δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι,
  38. εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι·
  39. τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν,
  40. οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν.
  41. Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ
  42. σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν.
  43. ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα
  44. εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
  45. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς