Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
  2. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
  3. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  4. γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
  5. αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
  6. πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
  7. αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
  8. παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
  9. ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
  10. καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
  11. ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
  12. πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
  13. ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
  14. ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
  15. αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
  16. ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
  17. καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
  18. οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
  19. εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
  20. ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
  21. ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
  22. πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
  23. ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
  24. αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
  25. Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
  26. καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
  27. ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
  28. μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
  29. ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
  30. κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
  31. τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  32. θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
  33. ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
  34. ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
  35. ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
  36. ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
  37. ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
  38. ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
  39. ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
  40. πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
  41. πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
  42. ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
  43. τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
  44. πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
  45. κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης