Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν,
- ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα.
- ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
- γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος.
- ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε
- μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου,
- αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·
- αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν
- πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω.
- αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας
- παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν
- ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι.
- καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός,
- ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων
- πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας,
- ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ.
- ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο,
- αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα·
- ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ·
- καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ
- οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος,
- εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης,
- ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα.
- ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς·
- πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα
- ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν.
- αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην.
- Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων,
- καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
- ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ
- μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ,
- ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον
- κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον.
- τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς·
- θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν,
- ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ,
- ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων.
- ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε
- ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός,
- ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή.
- ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε,
- ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν,
- πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί.
- πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν
- ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν.
- τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι
- πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες
- κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης
- δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες
- κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται·
- τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν·
- ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο.
- δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς·
- Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν,
- ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν.
- ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί,
- κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν·
- δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν
- δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων·
- ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ.
- ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
- ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων,
- βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν.
- εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν,
- αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα,
- ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο·
- πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν
- αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι·
- ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν.
- ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα,
- ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον·
- ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ,
- καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
- ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε·
- οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι.
- τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα·
- οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων,
- οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο·