Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών,
  2. οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
  3. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
  4. ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
  5. δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
  6. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
  7. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
  8. ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
  9. τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο
  10. βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
  11. ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
  12. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,
  13. τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
  14. ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι
  15. μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν
  16. ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
  17. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
  18. ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς,
  19. Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης,
  20. Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
  21. οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,