Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί,
  2. πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι,
  3. σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
  4. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις,
  5. ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
  6. ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  7. ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν
  8. Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
  9. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
  10. ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν
  11. ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
  12. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον
  13. ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
  14. μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος,
  15. Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε,
  16. Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
  17. οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι,
  18. ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
  19. τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
  20. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  21. ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·