Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  • κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
  • ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
  • ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
  • ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
  • πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.