Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
  2. ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
  3. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  4. βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
  5. οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
  6. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·