Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
  2. ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη
  3. καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο;
  4. τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο.
  5. τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
  6. οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς
  7. αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης·
  8. καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη.
  9. ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι
  10. ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ
  11. τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
  12. ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  13. εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
  14. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα
  15. καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
  16. βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
  17. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
  18. ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα
  19. μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
  20. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
  21. Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν
  22. νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
  23. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  24. ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
  25. αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν
  26. κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
  27. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο
  28. καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
  29. ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
  30. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  31. βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν,
  32. οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός,
  33. αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
  34. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  35. κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί,
  36. ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες,
  37. ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι,
  38. ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ
  39. πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
  40. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  41. ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς
  42. σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
  43. σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν
  44. ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
  45. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  46. κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν,
  47. ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
  48. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  49. βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
  50. ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα,
  51. τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
  52. εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν,
  53. τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν,
  54. τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ,
  55. Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
  56. δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
  57. τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω
  58. κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
  59. σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ
  60. εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
  61. υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
  62. σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε
  63. κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
  64. τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
  65. νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις,
  66. εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
  67. οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων
  68. λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς
  69. αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
  70. ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
  71. τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν,
  72. βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
  73. ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
  74. τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
  75. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη,
  76. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
  77. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
  78. Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
  79. ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι.
  80. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
  81. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
  82. πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
  83. Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς