Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
  2. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
  3. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  4. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  5. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  6. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  7. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  8. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  9. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  10. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  11. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,