Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  • ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  • μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  • ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  • ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  • θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  • ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  • καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  • τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  • κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  • τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.