Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
  2. ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
  3. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
  4. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
  5. ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
  6. δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
  7. Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  8. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
  9. οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
  10. ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
  11. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
  12. νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
  13. τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
  14. παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
  15. Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
  16. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
  17. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
  18. ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
  19. φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
  20. ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
  21. σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
  22. τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
  23. ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
  24. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
  25. τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
  26. κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
  27. τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
  28. ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
  29. γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
  30. Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
  31. ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
  32. ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
  33. ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
  34. κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
  35. ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
  36. οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
  37. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
  38. ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
  39. αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
  40. ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
  41. ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
  42. βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  43. πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
  44. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  45. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  46. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  47. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  48. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  49. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  50. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  51. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  52. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  53. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
  54. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
  55. κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
  56. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  57. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  58. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
  59. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  60. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
  61. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
  62. ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  63. ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  64. μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  65. ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  66. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.