Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  2. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  3. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  4. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  5. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  6. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  7. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  8. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  9. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  10. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  11. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
  12. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  13. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  14. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  15. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  16. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  17. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  18. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  19. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  20. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
  21. ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
  22. οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
  23. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  24. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  25. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  26. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
  27. εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
  28. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  29. Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
  30. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
  31. καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
  32. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
  33. ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
  34. μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
  35. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  36. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  37. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  38. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  39. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  40. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  41. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  42. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  43. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  44. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  45. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  46. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  47. τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
  48. ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
  49. ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
  50. ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
  51. ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
  52. ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
  53. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
  54. ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
  55. δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
  56. ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
  57. δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
  58. οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
  59. θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.
  1. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  2. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  3. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
  4. ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
  5. κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
  6. εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
  7. καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.