Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
  2. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  3. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  4. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
  5. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  6. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
  7. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
  8. ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  9. ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  10. μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  11. ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  12. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  13. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  14. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  15. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  16. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  17. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  18. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  19. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
  20. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
  21. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  22. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  23. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  24. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  25. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  26. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  27. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  28. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  29. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
  30. μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
  31. ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
  32. οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
  33. οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
  34. καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
  35. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  36. νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
  37. ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
  38. ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
  39. ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
  40. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  41. ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
  42. μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
  43. ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
  44. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
  45. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
  46. οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
  47. οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
  48. οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
  49. καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
  50. ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
  51. δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
  52. καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
  53. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
  54. οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
  55. λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
  56. οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
  57. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
  58. ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
  59. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
  60. πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
  61. ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
  62. ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
  63. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
  64. τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
  65. τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
  66. νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
  67. καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
  68. ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
  69. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  70. ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
  71. ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
  72. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
  73. ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
  74. τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
  75. ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
  76. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  77. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  78. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  79. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  80. ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,
  81. ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
  82. ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  83. Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
  84. ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
  85. ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
  86. ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
  87. ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
  88. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
  89. οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
  90. ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
  91. ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
  92. πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει