Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  2. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  3. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  4. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  5. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  6. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  7. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  8. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  9. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  10. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
  11. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος