Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
- νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
- ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
- αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
- ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
- ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
- αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
- ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
- ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
- ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
- ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
- δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
- ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
- μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
- ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
- γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
- ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
- εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
- γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
- κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
- τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,
- αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν
- ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων
- πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε
- ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε·
- Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει
- ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον
- δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν,
- οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται.
- νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι
- ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι
- μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
- ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ
- Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
- ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ
- πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ.
- αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς,
- ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην
- ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς
- αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
- οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται·
- νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ,
- εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων.
- ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν.
- ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε,
- χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα,
- ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ
- μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι
- μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη,
- οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν;
- τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ,
- ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή.
- ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς
- βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν
- αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν
- ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε·
- σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν
- μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα,
- ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα,
- πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους·
- οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι.
- νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι·
- ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων
- ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος.
- καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος
- κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται.
- ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα
- ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν,
- ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο.
- τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
- ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι
- δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον,
- δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως,
- αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα,
- οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν,
- οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι·
- νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται.
- ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν·
- πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον.
- Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν·
- εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας,
- ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί,
- πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ.