Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
  2. ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
  3. ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
  4. ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
  5. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
  6. θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
  7. ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
  8. ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  9. ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
  10. οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
  11. εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
  12. ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
  13. ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
  14. ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
  15. τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
  16. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  17. Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
  18. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
  19. ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
  20. κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας