Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  2. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  3. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  4. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  5. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
  6. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  7. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  8. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  9. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  10. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  11. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
  12. ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
  13. οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
  14. ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
  15. ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
  16. κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
  17. ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
  18. ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
  19. προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
  20. σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς