Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  2. εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
  3. παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
  4. ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
  5. ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
  6. πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·