Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
  2. ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
  3. τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
  4. κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
  5. καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
  6. ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.