Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει.
- ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
- Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός,
- ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν
- ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ
- ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν·
- ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
- στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν,
- οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων
- ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
- ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
- πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
- θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι
- τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ
- ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
- νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ
- γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
- αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται,
- ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων
- μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
- γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
- ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε,
- κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
- αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
- ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
- Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
- Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων,
- δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
- εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει
- θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
- οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ
- οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
- ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
- ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
- ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ,
- πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ,
- ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος,
- ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ,
- τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
- ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ,
- πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ,
- ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
- τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο
- ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
- Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής,
- ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
- τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω
- βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
- ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
- ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς,
- φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
- βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
- ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
- ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
- ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
- ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
- εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
- τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
- Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
- ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
- γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
- ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι
- νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
- αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω,
- ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
- ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
- ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
- γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω
- οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα
- εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
- σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
- εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς,
- ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω
- οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα
- Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
- εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω,
- ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
- οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι
- Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο.
- ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς.
- τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα,
- κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε,
- καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους
- ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε.
- καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
- εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε·
- παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται
- ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω.
- ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες,
- πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω·
- ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί,
- οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην·
- ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον
- ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ
- κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας,
- ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
- ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
- προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
- σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς
- κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι.
- ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας·
- ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη·
- ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος.
- Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα,
- θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς
- ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ·
- ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων·
- οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ·
- εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ
- ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν·
- ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν
- ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι
- τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι.
- τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
- Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός.
- νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο
- ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι
- κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
- ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω,
- ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
- ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν,
- ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα·
- ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν,
- αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν,
- ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ
- τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
- ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
- τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
- κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
- νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν.
- οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός,
- τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς·
- κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης·
- ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει·
- Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα
- λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε,
- νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν·
- ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν.
- ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν
- χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν
- ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν,
- ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν,
- δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν.
- Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
- ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί·
- οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν
- δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις
- μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος
- ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει.
- οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
- βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ.
- οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα,
- ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
- ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
- μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο·
- ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε
- ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ
- ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς
- ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ.
- ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη,
- οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων.
- ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον
- ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις
- ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ
- εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων,
- πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος
- πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
- ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται·
- ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον
- ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας,
- οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν;
- οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε·
- μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων
- ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν.
- τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
- κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
- οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν·
- ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν,
- μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν
- ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν
- μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν·
- ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν
- ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου.
- ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο.
- τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον
- ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν
- ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε;
- οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής,
- πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός.
- ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν.
- ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
- εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων,
- ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
- δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
- καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα,
- πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει.
- τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
- μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο
- κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι,
- οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
- οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο·
- τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι
- καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι.
- ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
- ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
- ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει
- πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
- ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
- παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
- ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
- κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
- ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
- αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός·
- μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν·
- ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
- πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα,
- πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται
- οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων
- ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι.
- ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ,
- δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν.
- Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει·
- ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις
- μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι,
- βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι.
- αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι,
- μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην·
- τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι
- ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν
- μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο
- Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης
- ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς.
- ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
- Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια,
- κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας.
- ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ
- ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε
- προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ.
- ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος,
- κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
- σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε,
- κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς.
- κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης
- βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός·
- ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη,
- εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα
- πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα,
- μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος.
- ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
- ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων·
- ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται
- ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ
- νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης.
- ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων·
- αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν
- ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι.
- ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς,
- αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη,
- ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς
- ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν,
- ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός,
- ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς.
- δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς·
- ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν.
- μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς
- ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων·
- γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς.
- ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω·
- εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ
- γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης
- κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι.
- τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε,