Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν,
  2. δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν·
  3. πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  4. ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν·
  5. ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων·
  6. κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω
  7. πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν
  8. οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος.
  9. ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς
  10. καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται.
  11. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  12. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε.
  13. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  14. καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί,
  15. Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει.
  16. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη
  17. παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν.
  18. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων.
  19. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην
  20. ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ
  21. ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος.
  22. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  23. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·
  24. πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο
  25. ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει
  26. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο.
  27. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
  28. λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον
  29. δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα.
  30. ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς,
  31. Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν·
  32. ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι
  33. μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα.
  34. ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα·
  35. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω·
  36. μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν,
  37. ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον
  38. ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται.
  39. ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς
  40. ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ
  41. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  42. ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ.
  43. κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς
  44. ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ
  45. σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον.
  46. Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ·
  47. Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ·
  48. οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός.
  49. ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι,
  50. καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο
  51. ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ
  52. φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα,
  53. ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα.
  54. ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες,
  55. μήλων σφαζομένων οἴνοιό τε πινομένοιο
  56. καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς.
  57. ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες·
  58. εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ,
  59. καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη
  60. τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι,
  61. ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
  62. ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά.
  63. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
  64. ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος·
  65. ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ
  66. ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι·
  67. μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον
  68. δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο.
  69. Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην
  70. ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν.
  71. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  72. νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  73. τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε
  74. μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν,
  75. εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα·
  76. νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν.
  77. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον,
  78. γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν,
  79. ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι,
  80. ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ.
  81. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  82. οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο,
  83. ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,
  84. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  85. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  86. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  87. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  88. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  89. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.
  90. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  91. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  92. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  93. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  94. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  95. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.
  96. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί,
  97. αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι·
  98. εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή,
  99. ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ
  100. οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς.
  101. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν.
  102. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  103. ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
  104. ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε
  105. εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει.
  106. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  107. Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν·
  108. εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω
  109. καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής.
  110. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν
  111. ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο
  112. μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος
  113. ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε.
  114. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων,
  115. ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο.
  116. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες
  117. Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες·
  118. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  119. Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος·
  120. οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην,
  121. σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων
  122. ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης.
  123. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
  124. ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη·
  125. τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες
  126. ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι.
  127. ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων,
  128. ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί,
  129. ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει.
  130. ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον
  131. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,
  132. ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν.
  133. δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο
  134. ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν·
  135. δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο,
  136. οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ
  137. θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο.
  1. τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη,
  2. κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ,
  3. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον
  4. ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν.
  5. κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο,
  6. εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ
  7. καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν.
  8. βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν
  9. ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος,
  10. χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος.
  11. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη
  12. ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί,
  13. δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας
  14. Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι.
  15. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν
  16. οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς
  17. ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε·
  18. μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν
  19. νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας.
  20. τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
  21. παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες.
  22. Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο
  23. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί·
  24. αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο,
  25. ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον,
  26. φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων,
  27. ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ,
  28. σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν,
  29. τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν,
  30. ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι.
  31. τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον,
  32. τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ
  33. κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι.
  34. τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν,
  35. ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ
  36. γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν
  37. Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν,
  38. ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς
  39. ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν
  40. ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο
  41. κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης.
  42. ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν
  43. οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων
  44. ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν,
  45. ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς,
  46. αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης,
  47. ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας
  48. ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος
  49. βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα
  50. πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα.
  51. ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ
  52. ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο.
  53. ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον
  54. αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός.
  55. ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα,
  56. κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος.
  57. ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο,
  58. βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς
  59. τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  60. ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί.
  61. τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος
  62. κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος.
  63. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  64. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  65. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα.
  66. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  67. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον·
  68. κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα
  69. ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ
  70. ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην
  71. μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε,
  72. ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα.
  73. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον.
  74. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο·
  75. ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι
  76. καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων,
  77. τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα
  78. κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο,
  79. τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ.
  80. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,
  81. τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον.
  82. δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε·
  83. κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος.
  84. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  85. νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες,
  86. ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ
  87. θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως
  88. κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην.
  89. ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε
  90. κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε,
  91. μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω
  92. ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι.
  93. οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν
  94. οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα,
  95. καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα.
  96. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει
  97. νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου.
  98. ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν
  99. ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα
  100. ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους.
  101. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  102. ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων·
  103. μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα,
  104. ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα·
  105. αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ.
  106. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον,
  107. οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν,
  108. οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης·
  109. οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης·
  110. καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου;
  111. ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου
  112. δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν.
  113. καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην·
  114. εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου,
  115. οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ
  116. λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην
  117. οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι.
  118. ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν
  119. ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων.
  120. πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας
  121. πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν,
  122. ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας,
  123. ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει.
  124. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε.
  125. τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων,
  126. τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ,
  127. νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου.
  128. καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων,
  129. ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ.
  130. τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  131. ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς,
  132. ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα
  133. ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.
  134. ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε,
  135. τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον.
  136. ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε,
  137. κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν,
  138. αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
  139. ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
  140. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  141. ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι,