Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  2. ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
  3. φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
  4. ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
  5. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
  6. αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  7. ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
  8. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
  9. πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
  10. τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
  11. ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
  12. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
  13. ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
  14. ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
  15. Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
  16. ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
  17. οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
  18. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  19. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  20. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  21. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  22. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  23. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  24. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  25. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  26. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  27. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
  28. εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
  29. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,