Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
  2. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
  3. μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
  4. εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
  5. τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
  6. ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
  7. χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
  8. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  9. οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
  10. οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
  11. σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
  12. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
  13. ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
  14. αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
  15. οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
  16. ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
  17. ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
  18. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  19. ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  20. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  21. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
  22. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
  23. ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
  24. ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
  25. βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
  26. πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
  27. καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
  28. ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
  29. οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,