Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
  2. τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο
  3. ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
  4. τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
  5. Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν
  6. εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή,
  7. ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
  8. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον,
  9. κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο—
  10. ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
  11. μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων—
  12. τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο
  13. καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
  14. ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες,
  15. ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα
  16. ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην,
  17. μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
  18. ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις
  19. ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ,
  20. νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων,
  21. ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ—
  22. αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
  23. τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ,
  24. τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ
  25. χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
  26. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  27. τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
  28. μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν
  29. ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
  30. χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν,
  31. ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην
  32. θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
  33. Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
  34. ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην,
  35. φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων
  36. ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
  37. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς,
  38. αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου,
  39. ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
  40. φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς
  41. πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν,
  42. τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες
  43. ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
  44. αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν,
  45. ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
  46. ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
  47. Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις,
  48. ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος,
  49. οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
  50. κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
  51. μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε
  52. ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν,
  53. οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν
  54. ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
  55. ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς
  56. Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
  57. αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος
  58. ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
  59. Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς,
  60. εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ·
  61. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  62. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
  63. στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
  64. μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
  65. εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής;
  66. τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα·
  67. ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων
  68. χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει.
  69. τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια·
  70. οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο.
  71. οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός,
  72. σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν.
  73. ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο,
  74. ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν,
  75. αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος,
  76. οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν,
  77. ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν
  78. ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς.
  79. ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
  80. ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  81. βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς.
  82. ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν,
  83. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο·
  84. ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι,
  85. ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας
  86. βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας
  87. πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας
  88. καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ
  89. ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι.
  90. οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο,
  91. ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή.
  92. ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
  93. αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον,
  94. αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο.
  95. ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα
  96. εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες
  97. ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης
  98. τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι.
  99. καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι,
  100. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι·
  101. ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν,
  102. ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ;
  103. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς·
  104. αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην,
  105. ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται
  106. οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν.
  107. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  108. ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν.
  109. αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι,
  110. δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες.
  111. καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  112. αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι·
  113. ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα
  114. ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε;
  115. πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω
  116. πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον
  117. αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν.
  118. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς,
  119. ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
  120. τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν,
  121. βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας.
  122. πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους
  123. ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται.
  124. καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  125. αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς·
  126. τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα,
  127. ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι
  128. ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα;
  129. δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι·
  130. ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους,
  131. ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν.
  132. ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς,
  133. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  134. χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω
  135. ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι.
  136. Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος·
  137. οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός,
  138. μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν.
  139. ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε
  140. μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω
  141. τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι,
  142. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  143. εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν,
  144. ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν
  145. εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ.
  146. νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως
  147. ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων·
  148. τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς
  149. ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν,