Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν,
  2. αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων
  3. δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός.
  4. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
  5. ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων
  6. εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα.