Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω
  2. γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι.
  3. αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι
  4. μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν.
  5. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη
  6. ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα.