μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶροςἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μινμοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς