αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαιτῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνηἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰςκέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦνἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.