λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶςοἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷτείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺςδυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη