τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπανταπάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαιἸκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγαςεἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνονμαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα