Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  2. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
  3. αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
  4. κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
  5. οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα.
  6. αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο,
  7. βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  8. οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
  9. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
  10. τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο·
  11. ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
  12. τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
  13. ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
  14. καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
  15. Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
  16. Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
  17. ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
  18. τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
  19. Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
  20. ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
  21. τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
  22. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  23. οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
  24. ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
  25. νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
  26. ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
  27. ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
  28. ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
  29. ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
  30. ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
  31. Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
  32. ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
  33. οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
  34. στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
  35. κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
  36. πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
  37. ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,
  38. ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
  39. οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
  40. ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
  41. οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
  42. ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
  43. δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
  44. τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
  45. νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
  46. πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
  47. μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
  48. τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
  49. οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
  50. Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
  51. δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·
  52. οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
  53. βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
  54. εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
  55. μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ,
  56. οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
  57. ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα
  58. λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
  59. ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
  60. οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς
  61. οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
  62. ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους,
  63. οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν,
  64. μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
  65. λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
  66. ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει·
  67. σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ
  68. τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
  69. δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
  70. τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
  71. τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
  72. ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
  73. εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη·
  74. τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
  75. χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη·
  76. νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
  77. ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
  78. δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα.
  79. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
  80. Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν·
  81. Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε·
  82. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
  83. ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
  84. σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
  85. ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
  86. ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον,
  87. ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
  88. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
  89. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  90. ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε·
  91. στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
  92. λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε·
  93. κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
  94. μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
  95. ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται,
  96. Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
  97. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
  98. μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
  99. αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
  100. ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
  101. ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
  102. νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
  103. ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς·
  104. ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
  105. καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
  106. καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
  107. ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης·
  108. σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς
  109. αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί·
  110. μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
  111. τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
  112. εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
  113. τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
  114. ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
  115. κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν,
  116. τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
  117. Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
  118. τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
  119. ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε.
  120. τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται,
  121. ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
  122. ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
  123. ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
  124. ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ,
  125. πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι.
  126. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  127. Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
  128. ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης,
  129. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν
  130. Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
  131. ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
  132. δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς
  133. οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων
  134. ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
  135. ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
  136. ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας
  137. ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
  138. εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  139. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  140. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  141. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
  142. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  143. ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς
  144. ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
  145. τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
  146. πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν·
  147. ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
  148. ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
  149. ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον·
  150. δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
  151. δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν.
  152. θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν·
  153. ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
  154. τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
  155. Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
  156. ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι·
  157. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε·
  158. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  159. μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω·
  160. τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς
  161. δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
  162. ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
  163. πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
  164. οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν
  165. φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ
  166. παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
  167. οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·
  168. καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
  169. ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
  170. Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
  171. φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,
  172. ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
  173. οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  174. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
  175. ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
  176. οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·
  177. ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
  178. ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
  179. φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
  180. ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
  181. ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
  182. οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
  183. σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
  184. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  185. αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
  186. παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
  187. αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
  188. πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
  189. σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ
  190. τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
  191. Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·
  192. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
  193. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  194. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  195. οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
  196. μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
  197. οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,
  198. οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,
  199. μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.
  200. χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα
  201. ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
  202. ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα
  203. εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας
  204. ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
  205. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  206. Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
  207. ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
  208. ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
  209. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  210. οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
  211. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  212. νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  213. ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
  214. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
  215. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
  216. ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
  217. εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
  218. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  219. σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
  220. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
  221. ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  222. Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
  223. καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
  224. πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
  225. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  226. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  227. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  228. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  229. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  230. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  231. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  232. ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
  233. ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο·
  234. σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
  235. οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
  236. νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
  237. ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
  238. παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
  239. τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
  240. Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
  241. ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
  242. ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
  243. εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
  244. δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
  245. ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ,
  246. οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
  247. ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
  248. εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
  249. ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,
  250. τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης,
  251. οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
  252. ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
  253. πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
  254. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
  255. οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,
  256. μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
  257. Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  258. χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
  259. κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
  260. καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
  261. νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
  262. ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
  263. μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
  264. ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  265. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
  266. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  267. Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  268. εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
  269. οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
  270. οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
  271. εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
  272. οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
  273. παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
  274. οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
  275. ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  276. οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
  277. ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
  278. τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
  279. ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
  280. οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
  281. ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
  282. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
  283. τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
  284. ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
  285. ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
  286. ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
  287. οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
  288. δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
  289. αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
  290. πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
  291. τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
  292. ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
  293. ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
  294. Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  295. βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
  296. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
  297. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
  298. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
  299. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  300. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
  301. ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
  302. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
  303. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
  304. νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
  305. ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
  306. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  307. Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
  308. δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
  309. ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
  310. κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
  311. νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
  312. πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
  313. πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
  314. ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
  315. εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
  316. ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
  317. γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
  318. ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
  319. ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
  320. οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
  321. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  322. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
  323. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
  324. ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
  325. ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
  326. ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
  327. ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
  328. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
  329. τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  330. τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  331. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  332. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  333. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  334. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  335. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  336. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
  337. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  338. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
  339. ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
  340. οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
  341. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
  342. δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
  343. ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
  344. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
  345. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
  346. μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
  347. ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
  348. κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
  349. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  350. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
  351. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
  352. εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
  353. αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·
  354. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
  355. μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
  356. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  357. νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
  358. ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
  359. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  360. τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
  361. ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
  362. μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης
  363. διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
  364. οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
  365. ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.
  366. ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ
  367. πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.
  368. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  369. θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
  370. ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
  371. πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
  372. ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  373. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
  374. ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
  375. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  376. αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
  377. ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
  378. Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.
  379. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  380. Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
  381. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
  382. ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
  383. ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
  384. ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
  385. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  386. καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ
  387. ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
  388. στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι
  389. ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
  390. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  391. βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·
  392. ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
  393. πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
  394. οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν
  395. ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
  396. αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
  397. ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
  398. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
  399. Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
  400. ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
  401. ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
  402. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  403. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  404. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  405. εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
  406. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  407. δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
  408. ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
  409. οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
  410. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  411. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
  412. κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
  413. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
  414. νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
  415. ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
  416. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
  417. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  418. ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον.
  419. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  420. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν.
  421. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  422. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  423. ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
  424. ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
  425. στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης·
  426. ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
  427. δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
  428. στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
  429. λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
  430. ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
  431. παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
  1. Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
  2. οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι
  3. καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
  4. οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
  5. ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
  6. ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
  7. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ
  8. ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
  9. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον,
  10. οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης
  11. στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  12. ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
  13. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  14. Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
  15. τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
  16. πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
  17. ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
  18. εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
  19. λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
  20. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.
  21. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  22. Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
  23. οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν·
  24. αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
  25. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  26. Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
  27. ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω
  28. οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
  29. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  30. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  31. ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
  32. ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι
  33. δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
  34. οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
  35. χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
  36. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
  37. ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
  38. κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
  39. πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
  40. δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν
  41. χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα
  42. Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
  43. εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
  44. τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
  45. αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
  46. δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
  47. σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
  48. εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
  49. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
  50. τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
  51. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
  52. χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
  53. οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
  54. αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
  55. κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
  56. ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
  57. Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
  58. αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
  59. σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
  60. δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
  61. οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
  62. ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
  63. δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
  64. ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
  65. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  66. μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
  67. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  68. τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  69. νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
  70. ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
  71. ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
  72. ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
  73. οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
  74. ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
  75. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
  76. θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
  77. θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
  78. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
  79. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  80. εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
  81. ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
  82. πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
  83. πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
  84. δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
  85. σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
  86. ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
  87. πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
  88. κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
  89. οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
  90. εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
  91. εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
  92. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  93. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  94. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  95. πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  96. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  97. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  98. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
  99. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  100. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  101. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  102. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  103. ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
  104. δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
  105. ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον
  106. πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
  107. ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
  108. μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
  109. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς,
  110. ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
  111. ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
  112. Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
  113. ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα
  114. πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
  115. οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
  116. ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί·
  117. πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
  118. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
  119. παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
  120. ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
  121. ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
  122. παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
  123. κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
  124. ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
  125. ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
  126. ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
  127. οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
  128. ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ
  129. φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
  130. αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
  131. βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
  132. καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
  133. Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
  134. πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
  135. μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
  136. ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
  137. τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
  138. μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
  139. οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
  140. μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
  141. ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
  142. νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης,
  143. οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
  144. λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας,
  145. ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
  146. νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
  147. οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
  148. ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
  149. ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
  150. ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
  151. νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
  152. ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
  153. ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
  154. κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
  155. ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες
  156. αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
  157. ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα
  158. ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
  159. ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν,
  160. οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον,
  161. σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
  162. οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
  163. ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
  164. αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
  165. αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
  166. φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
  167. φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
  168. ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
  169. ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
  170. ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
  171. νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες,
  172. ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
  173. ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν
  174. δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
  175. τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
  176. ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα
  177. ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
  178. ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
  179. πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
  180. τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας
  181. Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
  182. ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη
  183. οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
  184. ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
  185. κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
  186. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
  187. πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
  188. εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους,
  189. οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
  190. εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
  191. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
  192. οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
  193. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
  194. ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
  195. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
  196. ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
  197. ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
  198. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  199. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  200. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  201. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  202. ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
  203. καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
  204. οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
  205. αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
  206. τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
  207. οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
  208. ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
  209. πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
  210. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  211. ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες,
  212. φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
  213. ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
  214. εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
  215. ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
  216. τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
  217. ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
  218. εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
  219. ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
  220. δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί—
  221. οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
  222. ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
  223. εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
  224. τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
  225. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  226. ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
  227. λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε
  228. ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
  229. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  230. Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  231. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
  232. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
  233. οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
  234. ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
  235. ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
  236. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
  237. καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
  238. μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
  239. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  240. Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
  241. κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
  242. φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
  243. νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
  244. Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
  245. τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
  246. ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
  247. ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
  248. πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
  249. ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον
  250. Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
  251. ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
  252. πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
  253. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
  254. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
  255. ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
  256. εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
  257. Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
  258. τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
  259. ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
  260. κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
  261. κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
  262. ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
  263. ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
  264. πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
  265. ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
  266. δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
  267. πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν
  268. Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
  269. ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
  270. δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
  271. κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  272. τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
  273. πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
  274. πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
  275. ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
  276. ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
  277. Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
  278. ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων,
  279. ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
  280. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
  281. πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
  282. Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων
  283. νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
  284. ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο,
  285. ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
  286. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
  287. ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
  288. ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  289. ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε,
  290. κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
  291. ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
  292. ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
  293. ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
  294. ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ·
  295. ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
  296. ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει.
  297. αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον
  298. ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
  299. κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
  300. Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
  301. ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
  302. ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους·
  303. τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
  304. ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης,
  305. κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ.
  306. τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
  307. ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα,
  308. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
  309. ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
  310. μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο·
  311. αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
  312. πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
  313. καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο,
  314. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  315. οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
  316. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  317. ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
  318. ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
  319. ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
  320. ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
  321. ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ
  322. αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
  323. ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
  324. εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
  325. πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
  326. ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
  327. λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ·
  328. ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν.
  329. ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
  330. τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  331. ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας·
  332. ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
  333. ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
  334. σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη.
  335. ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν·
  336. δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
  337. ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης.
  338. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  339. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
  340. νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
  341. γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον.
  342. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  343. δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
  344. ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
  345. Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν·
  346. Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  347. ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
  348. ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
  349. ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ,
  350. οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
  351. αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
  352. οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
  353. νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε
  354. ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
  355. ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται.
  356. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  357. εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν
  358. Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
  359. ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ
  360. σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν
  361. εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα.
  362. οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
  363. οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
  364. πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
  365. ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
  366. νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
  367. εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
  368. οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
  369. πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
  370. οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
  371. ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη
  372. φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας.
  373. θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς·
  374. Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  375. ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
  376. εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
  377. οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων,
  378. ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
  379. ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
  380. ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
  381. αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
  382. σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
  383. ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
  384. τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
  385. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη.
  386. τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
  387. υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
  388. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
  389. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
  390. τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
  391. οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
  392. ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
  393. τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ
  394. εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
  395. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός,
  396. οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
  397. τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
  398. Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
  399. τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ,
  400. πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
  401. ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν·
  402. αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  403. τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
  404. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  405. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
  406. ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν,
  407. οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
  408. λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν
  409. Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος·
  410. ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
  411. Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
  412. σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο
  413. ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
  414. Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
  415. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
  416. πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
  417. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  418. καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ,
  419. ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην,
  420. ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
  421. ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
  422. ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
  423. εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
  424. πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους·
  425. εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
  426. ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
  427. οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω
  428. δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι,
  429. ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
  430. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
  431. ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
  432. Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
  433. ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
  434. ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην,
  435. οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη
  436. ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ
  437. χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν
  438. ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
  439. βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
  440. χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
  441. ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς
  442. ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
  443. ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
  444. Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ
  445. χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ
  446. εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
  447. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
  448. αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
  449. ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας
  450. αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν
  451. θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
  452. Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
  453. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
  454. ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
  455. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός,
  456. αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον
  457. πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
  458. δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
  459. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον
  460. λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
  461. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο,
  462. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  463. ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
  464. τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
  465. Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
  466. αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ,
  467. ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
  468. ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
  469. πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
  470. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο,
  471. δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο
  472. οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
  473. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  474. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
  475. παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
  476. ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
  477. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  478. καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
  479. ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
  480. ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
  481. ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον·
  482. πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
  483. ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
  484. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
  485. ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
  486. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  487. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  488. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  489. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  490. ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  491. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  492. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον·
  493. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  494. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
  495. ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα
  496. ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
  497. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
  1. οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
  2. πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο.
  3. τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
  4. υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
  5. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν·
  6. ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
  7. δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
  8. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
  9. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  10. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
  11. ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
  12. ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
  13. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  14. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
  15. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα
  16. γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
  17. τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
  18. φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς,
  19. μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
  20. τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
  21. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
  22. στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
  23. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
  24. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
  25. ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
  26. ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
  27. ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
  28. ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
  29. ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
  30. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος·
  31. οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
  32. τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
  33. ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
  34. ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς
  35. ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους
  36. ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
  37. ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους
  38. ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
  39. οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
  40. καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι,
  41. πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
  42. ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
  43. αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
  44. θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος·
  45. ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
  46. δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
  47. αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
  48. ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
  49. τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
  50. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
  51. ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον.
  52. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  53. καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
  54. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  55. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  56. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
  57. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  58. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
  59. τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος·
  60. σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
  61. δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον
  62. ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
  63. ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
  64. σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
  65. ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
  66. ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
  67. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  68. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  69. δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
  70. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  71. φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
  72. χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
  73. χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος.
  74. Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή,
  75. ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα.
  76. τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
  77. καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  78. τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  79. ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  80. ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
  81. κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  82. ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
  83. Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
  84. Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  85. καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
  86. τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
  87. ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
  88. τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
  89. ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  90. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  91. ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  92. λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·