Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
  2. πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν·
  3. πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
  4. πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
  5. ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
  6. ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ·
  7. αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
  8. νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
  9. ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
  10. τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
  11. ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
  12. οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
  13. τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
  14. νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων
  15. ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
  16. ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
  17. τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
  18. εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
  19. καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες
  20. νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
  21. ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
  22. ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας,
  23. Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
  24. οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος,
  25. ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
  26. ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι
  27. Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
  28. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·
  29. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
  30. τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης·
  31. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα·
  32. ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται·
  33. ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
  34. σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν,
  35. ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
  36. γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα,
  37. εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
  38. Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
  39. μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν·
  40. ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
  41. ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
  42. ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο
  43. πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν.
  44. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  45. ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  46. καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ·
  47. ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι·
  48. ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
  49. δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
  50. νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης.
  51. νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει,
  52. Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
  53. πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
  54. μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
  55. τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
  56. αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
  57. θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς,
  58. ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
  59. ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
  60. ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς
  61. Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
  62. Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
  63. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  64. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  65. πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
  66. ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν
  67. ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
  68. ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
  69. Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
  70. ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
  71. πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη,
  72. Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
  73. ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
  74. ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
  75. οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης.
  76. ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
  77. νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει
  78. ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων
  79. ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
  80. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  81. ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
  82. εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
  83. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
  84. Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
  85. νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
  86. νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
  87. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται·
  88. αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
  89. μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
  90. εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
  91. πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
  92. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
  93. πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  94. νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
  95. ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
  96. ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  97. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  98. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
  99. εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
  100. βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
  101. ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
  102. βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα,
  103. στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
  104. οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος,
  105. εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
  106. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
  107. πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
  108. ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί·
  109. κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
  110. οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
  111. οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
  112. νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
  113. τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
  114. ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
  115. ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
  116. μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
  117. τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
  118. τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην.
  119. βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ
  120. ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς
  121. χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
  122. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  123. χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα
  124. δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
  125. ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη.
  126. οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
  127. ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν
  128. δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
  129. ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
  130. αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
  131. καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  132. πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
  133. μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
  134. δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
  135. ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
  136. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  137. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  138. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  139. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
  140. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  141. δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
  142. παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα·
  143. κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων.
  144. ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
  145. ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
  146. τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
  147. σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
  148. κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
  149. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  150. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
  151. μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
  152. μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός·
  153. κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
  154. Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
  155. ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
  156. αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
  157. ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι·
  158. ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  159. τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
  160. ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
  161. ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ
  162. κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
  163. εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
  164. πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι
  165. ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
  166. νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
  167. θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
  168. φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ.
  169. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  170. τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  171. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  172. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  173. οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι.
  174. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  175. ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
  176. ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
  177. ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
  178. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  179. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  180. Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
  181. υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
  182. νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν
  183. πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους,
  184. ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον.
  185. νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος,
  186. ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
  187. ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι
  188. ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν
  189. Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
  190. ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν
  191. γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
  192. παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
  193. ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
  194. νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι,
  195. σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
  196. οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
  197. ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
  198. νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
  199. ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα.
  200. αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  201. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
  202. οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς.
  203. οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
  204. ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν·
  205. φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
  206. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  207. εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
  208. αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
  209. κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν,
  210. πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
  211. Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν·
  212. ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος.
  213. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  214. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  215. μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
  216. οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
  217. ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
  218. ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
  219. νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
  220. τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις.
  221. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
  222. οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
  223. θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
  224. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
  225. τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ;
  226. εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν·
  227. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
  228. δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
  229. αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
  230. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  231. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  232. μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων
  233. ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν·
  234. νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
  235. οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
  236. ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην,
  237. εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
  238. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
  239. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  240. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω.
  241. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο·
  242. οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε
  243. κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
  244. οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν.
  245. ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  246. Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  247. ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
  248. τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  249. ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  250. ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  251. οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
  252. τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη·
  253. ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
  254. δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
  255. εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
  256. σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
  257. τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα
  258. οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
  259. ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο—
  260. ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
  261. φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
  262. ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ
  263. δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
  264. ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς—
  265. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  266. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  267. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  268. ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
  269. οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα,
  270. ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
  271. εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων·
  272. αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
  273. μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων.
  274. μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
  275. μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
  276. ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο·
  277. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  278. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  279. σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι·
  280. νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
  281. ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  282. ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
  283. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
  284. πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
  285. κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον·
  286. ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
  287. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
  288. ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν·
  289. εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος,
  290. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  291. σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
  292. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
  293. αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
  294. φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
  295. ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
  296. κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ
  297. νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
  298. ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
  299. πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
  300. Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
  301. καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
  302. ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
  303. αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
  304. ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες·
  305. σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
  306. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  307. ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
  308. ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
  309. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
  310. ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
  311. δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
  312. τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
  313. ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
  314. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη·
  315. μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
  316. δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
  317. αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
  318. καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς.
  319. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη,
  320. ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ
  321. θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
  322. μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
  323. θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι.
  324. αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
  325. τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
  326. ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε
  327. λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
  328. τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
  329. κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια·
  330. κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
  331. οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο.
  332. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  333. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  334. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα·
  335. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
  336. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν·
  337. Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
  338. ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί·
  339. τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
  340. οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
  341. λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
  342. τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
  343. τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
  344. ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  345. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  346. μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
  347. τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ
  348. αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
  349. ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
  350. τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν·
  351. τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι,
  352. ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
  353. σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν·
  354. οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
  355. ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
  356. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε,
  357. ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
  358. ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει
  359. πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ.
  360. ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει·
  361. παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
  362. ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
  363. κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
  364. ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
  365. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
  366. πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
  367. τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·
  368. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
  369. νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
  370. ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
  371. τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
  372. ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες
  373. πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
  374. ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας,
  375. ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
  376. εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
  377. ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
  378. κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
  379. αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι·
  380. νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
  381. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
  382. Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
  383. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
  384. Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
  385. ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν·
  386. μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
  387. ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
  388. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  389. Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
  390. καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
  391. ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
  392. οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ
  393. ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
  394. ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
  395. πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
  396. τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς·
  397. αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο
  398. καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
  399. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
  400. Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
  401. ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν·
  402. κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
  403. μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν
  404. κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
  405. ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
  406. ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι
  407. γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
  408. ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
  409. ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει;
  410. οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε
  411. γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
  412. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  413. Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο·
  414. οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
  415. οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
  416. ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
  417. ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
  418. Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
  419. υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
  420. ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.
  421. οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
  422. τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  423. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε·
  424. δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
  425. Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
  426. ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
  427. ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
  428. τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
  429. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
  430. τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
  431. πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν,
  432. ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
  433. εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός·
  434. ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
  435. δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
  436. ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
  437. ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα·
  438. καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
  439. ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
  440. πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
  441. βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ
  442. ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι.
  443. ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
  444. βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη.
  1. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  2. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
  3. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,