Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·
  2. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
  3. μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
  4. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  5. νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
  6. ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
  7. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  8. τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα