Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
  2. μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
  3. ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
  4. κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
  5. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  6. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
  7. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
  8. εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.