Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
- οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν,
- στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
- κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
- πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν·
- ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός,
- ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει.
- οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
- ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
- οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω,
- ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
- δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν
- τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν·
- νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
- πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει.
- μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
- τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι,
- οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
- Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
- δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι·