Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν,
- ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
- καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι
- Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
- Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ
- ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον.
- τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
- Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα.
- ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων.
- τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε·
- κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
- οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος
- ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
- νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
- ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
- ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
- ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
- ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει;
- ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
- Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.