Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  2. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  3. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
  4. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  5. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,