Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  • τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  • οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  • κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  • τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.