Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
  2. τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  3. τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  4. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  5. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  6. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  7. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  8. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  9. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·