Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
  2. ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
  3. Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  4. βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
  5. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
  6. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
  7. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
  8. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  9. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
  10. ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
  11. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
  12. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
  13. νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
  14. ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
  15. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  16. Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
  17. δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
  18. ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
  19. κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
  20. νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων