Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
  • παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
  • οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
  • ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  • οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
  • ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
  • τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
  • ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
  • οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
  • ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
  • σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
  • τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
  • ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
  • ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
  • ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
  • οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
  • δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
  • αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
  • πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
  • τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,