Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
  2. ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  3. οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
  4. ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
  5. τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
  6. ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
  7. οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
  8. ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
  9. σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
  10. τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
  11. ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός.
  12. ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει,
  13. ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
  14. οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
  15. δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους
  16. αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
  17. πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
  18. τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
  19. ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
  20. ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν
  21. Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
  22. βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
  23. εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
  24. αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
  25. Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
  26. ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  27. Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
  28. ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
  29. ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
  30. ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
  31. νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
  32. ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
  33. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  34. Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν
  35. δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
  36. ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
  37. κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
  38. νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
  39. πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
  40. πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
  41. ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
  42. εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
  43. ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων
  44. γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
  45. ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο
  46. ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
  47. οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
  48. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  49. ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
  50. ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
  51. ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
  52. ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
  53. ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ,
  54. ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
  55. ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
  56. τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
  57. τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
  58. οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
  59. κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε
  60. τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
  61. ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
  62. εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
  63. ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
  64. ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
  65. ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
  66. ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς
  67. οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
  68. κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
  69. δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
  70. ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
  71. Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
  72. τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
  73. μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
  74. ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
  75. κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
  76. διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
  77. δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
  78. ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
  79. εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
  80. αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω·
  81. ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
  82. μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
  83. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  84. νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
  85. ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
  86. καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
  87. τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
  88. ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
  89. μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης
  90. διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
  91. οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
  92. ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται.
  93. ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ
  94. πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι.
  95. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  96. θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
  97. ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
  98. πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
  99. ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  100. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
  101. ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
  102. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
  103. αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
  104. ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
  105. Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει.
  106. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  107. Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
  108. καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
  109. ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
  110. ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
  111. ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
  112. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
  113. καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ
  114. ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
  115. στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι
  116. ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον.
  117. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
  118. βῆ ῤʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο·
  119. ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
  120. πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα.
  121. οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν
  122. ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
  123. αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
  124. ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
  125. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν·
  126. Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
  127. ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν·
  128. ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
  129. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη
  130. καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
  131. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
  132. εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
  133. τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο·
  134. δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη
  135. ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται,
  136. οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν.
  137. ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο.
  138. οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
  139. κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
  140. ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη,
  141. νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς
  142. ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν,
  143. ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
  144. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,