Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
  • οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
  • οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
  • εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
  • οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
  • παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
  • οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
  • ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  • οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
  • ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
  • τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε