Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  2. χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
  3. κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
  4. καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
  5. νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
  6. ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
  7. μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
  8. ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  9. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
  10. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  11. Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,