Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
  2. Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
  3. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  4. Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων,
  5. εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
  6. οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
  7. οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
  8. εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
  9. οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
  10. παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,