Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
  2. οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος,
  3. μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
  4. Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
  5. χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
  6. κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
  7. καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον
  8. νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
  9. ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
  10. μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.