Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
  2. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
  4. ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω·
  5. ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
  6. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  7. οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
  8. εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
  9. νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
  10. ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
  11. ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
  12. εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
  13. ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
  14. εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος,
  15. νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
  16. σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
  17. πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
  18. ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη
  19. Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
  20. καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
  21. πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
  22. ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
  23. κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
  24. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  25. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,