φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺςὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼςπαρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷτίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδναπολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶνμνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσαἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺςὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάνταεἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας