Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
  2. οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς·
  3. καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
  4. ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
  5. Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
  6. φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους,
  7. ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
  8. οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
  9. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα·
  10. ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
  11. οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω·
  12. ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
  13. ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο
  14. φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς
  15. ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
  16. ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
  17. οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης,
  18. σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
  19. ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
  20. αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
  21. παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
  22. αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
  23. πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε·
  24. σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ
  25. τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
  26. Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός·
  27. μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι·
  28. οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
  29. πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
  30. οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
  31. μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
  32. οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,
  33. οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ,
  34. μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον.